ἡ δ' ἀνάμνησις τρέφειν καὶ μεγαλύνειν τὴν μνήμην, ὥσπερ τοὐναντίον ἡ ἀμέλεια καὶ ῥαστώ-
νη ἐπιφέρειν ἀμνηστίαν, ᾗτινι πάντως ἕπεται λήθη ἀμαυροῦσα καὶ συγχέουσα τὴν μνήμην τῶν
πεπραγμένων οἱ δὲ μήπω ἐντετυχηκότες ταῖς ἱστορίαις ὁδηγὸν ἔχοιεν τήνδε τὴν ἐπιτομὴν
καὶ ἀναζητοῦντες τὰ πλατικῶς γεγραμμένα ἐντελεστέραν τῶν πεπραγμένων λαμβάνοιεν εἴ-
δησιν. ἀλλ' ἀρκτέον ἐντεῦθεν.
ΜΙΧΑΗΛ Ο ΚΟΥΡΟΠΑΛΑΤΗΣ Ο ΡΑΓΓΑΒΕ. Νικηφόρου τοῦ βασιλέως ἐν Βουλγαρίᾳ ἀναιρεθέντος,
Σταυρακίου τε τοῦ υἱοῦ αὐτοῦ καιρίαν πληγέντος κἀν τῇ βασιλίδι ἀνασωθέντος καὶ μετὰ δύο
μῆνας πρὸς τῇ βασιλείᾳ ἀποθεμένου καὶ τὴν ζωήν, ὁ κουροπαλάτης Μιχαὴλ ὁ τοῦ βασιλέως
γαμβρός, ᾧ Ῥαγγαβὲ ἦν ἡ προσηγορία, ἐγκρατὴς τῶν Ῥωμαϊκῶν διὰ τοῦ δήμου καὶ τῆς συγκλή-
του ἀναδείκνυται σκήπτρων, ἀπωθούμενος μὲν τὴν ἀρχὴν καὶ μὴ ἱκανὸς εἶναι λέγων ὄγ-
κον τοσούτων πραγμάτων προσαναζώσασθαι, τῷ πατρικίῳ δὲ Λέοντι τῷ ἐξ Ἀρμενίων, ἀνδρὶ
θυμοειδεῖ δοκοῦντι καὶ δραστηρίῳ καὶ τοῦ στρατεύματος τῶν Ἀνατολικῶν ἄρχοντι τηνικαῦτα,
παρεχώρει τῆς ἐξουσίας, κἂν ἐκεῖνος διδομένην λαβεῖν οὐκ ἠθέλησεν, ἀνάξιον ἑαυτὸν ἀποκα[λῶν]